κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως
τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις.
De Decalogo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.