οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι p. 46 Μ. πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ
βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.