μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν 1 2 ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας αὐτοῖς.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.