ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν p. 73 M. ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ’ ὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις 1 2 διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.