εἰσαχθέντες δὲ καὶ ἐφ’ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ
ἀργύριον εἰς ἀπόδοσιν.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.