ὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδ’ ἀντιστατοῦντος, ἀλλ’ ὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν ὁ βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν ὅ τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ ὁ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.