εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δ’ ὑψηλοτάπεινον καὶ μεγαλόμικρον
καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.