μηδ’ εἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ 1 ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλ’ εὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇ—τρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίς— ἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ
τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.