καὶ τοὺς ὀνείρους διηγεῖτο. ὁ δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλ’ οὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν ὁ θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς 1 εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.