διασῴζεται, τοῦ δὲ ἀνδρὸς τὴν καλοκἀγαθίαν καὶ εὐσέβειαν ὁ θεὸς ἠξίωσεν ἐπιδείξασθαι γέρας αὐτῷ μέγιστον παρασχών, ἀσινῆ καὶ ἀνύβριστον ὅσον οὔπω κινδυνεύσαντα διαφθαρῆναι τὸν γάμον, ὃς οὐκ ἔμελλεν ὀλίγων ἀριθμὸν υἱῶν ἢ θυγατέρων γεννᾶν, ἀλλ’ ὅλον ἔθνος καὶ ἐθνῶν τὸ θεοφιλέστατον, ὅ μοι δοκεῖ τὴν ὑπὲρ παντὸς ἀνθρώπων γένους ἱερωσύνην
καὶ προφητείαν λαχεῖν.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.