τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος p. 3 M. γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.