17 τεκμήριον δὲ ἐναργέστατον τῆς ἀποικίας, ἣν ἀπ’ ἀστρονομίας καὶ τῆς χαλδαϊζούσης δόξης ἡ διάνοια ἐστείλατο· λέγεται γὰρ εὐθὺς ἅμα τῇ μεταναστάσει τοῦ σοφοῦ· „ὤφθη δὲ ὁ θεὸς τῷ Ἀβραάμ“ (Gen. 12, 7)· ᾧ δῆλον ὅτι πρότερον οὐκ ἦν ἐμφανής, ὅτε χαλδαΐζων τῇ τῶν ἀστέρων χορείᾳ προσεῖχεν ἔξω τοῦ κόσμου καὶ τῆς αἰσθητῆς οὐσίας εὐάρμοστον
καὶ νοητὴν φύσιν οὐδεμίαν ἁπλῶς καταλαμβάνων.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.