κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν 1 πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν — τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας —, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης
ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν, μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες βιαιοτάτῳ.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.