τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, 1 ἐλλιπής, ἐφιέμενος μὲν ἀεὶ τοῦ καλοῦ, μήπω δ’ ἐφικέσθαι τούτου δεδυνημένος, ἀλλ’ ἐοικὼς τοῖς πλέουσιν, οἳ σπεύδοντες εἰς λιμένας καταίρειν θαλαττεύουσιν ἐνορμίσασθαι μὴ δυνάμενοι.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.