λέοντος; τίς δ’ ὀξυωπέστερος ἱέρακος ἢ ἀετοῦ; τίς δὲ περὶ ἀκοὴν εὐτυχὴς οὕτως, ὡς τῶν ζῴων τὸ νωθέστατον, ὄνος; τίς δὲ περὶ τὰς ὀσφρήσεις κυνὸς ἀκριβέστερος, ὅν φασιν οἱ κυνηγετικοὶ ῥινηλατοῦντα τοῖς μακρὰν πτώμασιν εὐσκόπως ἐπιτρέχειν οὐ προϊδόμενον; ὅπερ γὰρ ὄψις ἑτέροις, τοῦτο μυκτῆρες κυσὶ θηρευτικοῖς καὶ ἰχνευτικοῖς.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.