ἄλλων ἐστὶν ἀφθονία, λελέχθω. διερευνητέον δὲ καὶ τὴν πρὸς ἀνθρώπους αὐτοῦ δεξιότητα· τῆς γὰρ αὐτῆς φύσεώς ἐστιν εὐσεβῆ τε εἶναι καὶ φιλάνθρωπον, καὶ περὶ τὸν αὐτὸν ἑκάτερον, ὁσιότης μὲν πρὸς θεόν, δικαιοσύνη δὲ πρὸς ἀνθρώπους, θεωρεῖται. πάντα μὲν οὖν τὰ πεπραγμένα μακρὸν ἂν εἴη διεξιέναι, δυεῖν δὲ ἢ τριῶν οὐκ ἄτοπον ἐπιμνησθῆναι.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.