ὅλων κτῆμα, σαφῶς οἶδα, κεκτημένος δ’ ὅμως οὐ φθονῶ τοῖς ἀξίοις χρῆσθαι· ἄξιος δὲ τίς ἂν εἴη, πλὴν εἴ τις ἐμοὶ καὶ τοῖς ἐμοῖς βουλήμασιν ἕποιτο; τούτῳ γὰρ ἥκιστα μὲν ἀνιᾶσθαι ἥκιστα δὲ φοβεῖσθαι συμβήσεται πορευομένῳ ταύτην τὴν ὁδόν, ἣ πάθεσι μὲν καὶ κακίαις ἐστὶν ἄβατος, εὐπαθείαις δὲ καὶ ἀρεταῖς ἐμπεριπατεῖται.“
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.