τῶν λεχθέντων ἡττηθεὶς ἐκεῖνος ἔμελλε σφαγιάζειν τὸν υἱόν, ἔθους ἢ τιμῆς ἢ δέους. ἔθος μὲν οὖν τὸ ἐπὶ παιδοκτονίᾳ Βαβυλὼν καὶ Μεσοποταμία καὶ τὸ Χαλδαίων ἔθνος οὐ παραδέχεται, ἐν οἷς ἐτράφη καὶ ἐπεβίωσε τὸν πλείονα χρόνον, ὡς τῇ συνεχείᾳ τῶν δρωμένων ἀμβλυτέραις ταῖς τῶν δεινῶν φαντασίαις κεκρατῆσθαι δοκεῖν.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.