δ’ ἐχθρὸς τύχοι, τὸ δυσάρεστον τῆς ψυχῆς πάθος προμηνύει· καὶ θρασύτητι μὲν προπηδῶσι καὶ προεκτρέχουσιν ὀφθαλμοί, αἰδοῖ δὲ πρᾴως ἠρεμοῦσι· [καὶ] ὡς συνελόντι φράσαι. ψυχῆς εἰκόνα δεδημιουργῆσθαι τὴν ὅρασιν ἀκρότητι τέχνης εὖ μεμιμημένης ἐναργὲς ἐμφαίνουσαν εἴδωλον οἷα διὰ κατόπτρου τὴν φύσιν ὁρατὴν ἐξ αὑτῆς οὐκ ἐχούσης.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.