δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν, ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται, καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι, ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι 1 πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα θαρρήσῃ·
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.