ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων, ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην 1 ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει χαρακτῆρος ἐν φωναῖς.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.