ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος, ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις
καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.