ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν — αἰσθητὸν γὰρ οὐκ ἔστιν — οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης] — εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20,21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι — πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ
μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.