ὑπ’ αὐτοῦ διοιχθεῖσαν (Gen. 29,31) σπορὰν θείας γονῆς παραδέξασθαι πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων καὶ πράξεων γένεσιν. μάθε οὖν, ὦ ψυχή, ὅτι καὶ „Σάρρα“, ἡ ἀρετή, „τέξεταί σοι υἱόν“, οὐ μόνον Ἄγαρ, ἡ μέση παιδεία· ἐκείνης μὲν γὰρ τὸ ἔγγονον διδακτόν, ταύτης δὲ πάντως αὐτομαθές ἐστι.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.