εὐξαμένῳ χαρίζεται τὸ μεῖζον. „εἶπε“ γάρ φησι „τῷ Ἀβραάμ· ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν“ (Gen. 17,19)· εὐθυβόλος γε ἡ συμβολικὴ ἀπόκρισις ἡ ναί. τί γὰρ ἐμπρεπέστερον ἢ τἀγαθὰ ἐπινεύειν θεῷ καὶ ταχέως ὁμολογεῖν;
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.