1 καθάπερ θεμελίῳ προκαταβεβλημένῳ φύσει παιδείας δεκτικῇ, φύσεως δὲ μὴ προϋπαρχούσης ἀνωφελῆ πάντα. δρυὸς γὰρ ἢ λίθου κωφῆς οὐδὲν ἂν δόξαιεν οἱ ἀφυεῖς διαφέρειν· ἔγκολλον γὰρ ἂν οὐδὲν αὐτοῖς ἁρμόζοιτο, πάντα δ’ ὡς ἀπὸ στερροῦ τινος ἀποπάλλεται καὶ ἀποπηδᾷ.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.