δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18,26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.