— φύσει γάρ ἐστιν ἐλεύθερα — ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα
τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.