οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν, ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι, ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες
εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.