Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14), p. 604 M. ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην
τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.