μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου“, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;“ (Gen. 32,29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι
κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις·
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.