τοῦ ἀρίστου, δίδωσι καταχρῆσθαι ὡς ἂν ὁ ὢν ὀνόματι τοιούτῳ· „κύριος ὁ θεὸς“ τῶν τριῶν φύσεων, διδασκαλίας, τελειότητος, ἀσκήσεως, ὧν σύμβολα Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ἀναγράφεται. „τοῦτο γάρ μου" φησίν „ὄνομα αἰώνιον“ ὡς ἂν ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι ἐξεταζόμενον, οὐκ ἐν τῷ πρὸ αἰῶνος, „καὶ μνημόσυνον“, οὐ τὸ πέρα μνήμης καὶ νοήσεως ἱστάμενον,
καὶ πάλιν „γενεαῖς“ (ibid. 15), οὐ φύσεσιν ἀγενήτοις.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.