ὑπαιτίοις ἀνέθηκεν οὐχὶ τοῖς αὐτοῖς, καίτοι γε ἀμφοτέρων ἐχόντων ἔπαινον, ἀλλ’ ἐπειδὴ τὸ μὲν εὐλογεῖν τοὺς ἀξίους ἡγεμονίαν ἔχει τὴν ἐν ἐγκωμίοις, τὸ δ’ ἀρὰς τοῖς φαύλοις τίθεσθαι δευτέραν τάξιν, τῶν ἐπὶ ταῦτα χειροτονηθέντων — p. 557 M. εἰσὶ δὲ οἱ τοῦ γένους ἀρχηγέται δώδεκα ἀριθμῷ, φυλάρχας αὐτοὺς ὀνομάζειν ἔθος — ἓξ μὲν τοὺς ἀμείνους
ἔταξεν ἐπὶ τῆς εὐλογίας, Συμεών, Λευί, Ἰούδαν, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν, τοὺς δ’ ἑτέρους ἐπὶ τῆς κατάρας, τόν τε πρῶτον καὶ τὸν ὕστατον τῶν Λείας, Ῥουβὴν καὶ Ζαβουλών, καὶ τοὺς ἐκ τῶν θεραπαινίδων νόθους τέτταρας (Deut. 27, 12. 13).
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.