ὑπηρετούντων ἑτέρων, οὐ δι’ ἑαυτοῦ. τὰς μὲν γὰρ χάριτας καὶ δωρεὰς καὶ εὐεργεσίας αὐτὸν ἁρμόττει προτείνειν ἅτε ἀγαθὸν καὶ φιλόδωρον ὄντα φύσει, τὰς δὲ τιμωρίας οὐκ ἄνευ μὲν ἐπικελεύσεως τῆς ἑαυτοῦ βασιλέως ἅτε ὑπάρχοντος, δι’ ἄλλων δέ, οἳ πρὸς τοιαύτας χρείας εὐτρεπεῖς εἰσι. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἀσκητὴς ἐν οἷς φησιν·
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.