σοι“ — ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ; — σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ εἰς τὸ παντελὲς p. 552 M. ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ ψυχικοὶ τόνοι μαλθακώτεροι.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.