καὶ ὧν ἐστέρηται καὶ ἀφῄρηται πᾶς ἄφρων, τούτων κληρονόμος ἔσται ὁ καλοκἀγαθίας ἑταῖρος· ταῦτα p. 549 M. δέ ἐστι δόξα ἀληθὴς ἐπιστήμης ἀδιαφοροῦσα καὶ πλοῦτος οὐχ ὁ τυφλός, ἀλλ’ ὁ τῶν ὄντων ὀξυδερκέστατος, ὃς οὐδὲν παραδέχεται νόμισμα κίβδηλον, ἀλλ’ οὐδ’ ἄψυχον τὸ παράπαν, εἰ καὶ δόκιμον εἴη.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.