τῶν ἄλλων, ἀποστέλλει· αἱ δ’ εἰσὶ παντὸς ζῴου περὶ κεφαλὴν καὶ πρόσωπον. ποτίζεται οὖν ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν 1 ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δὲ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.