τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός· καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπον· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη πρὸς Ἰούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου
λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ Ἰούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας“ (Gen. 38,20—23). ὢ θαυμαστῆς δοκιμασίας, ὢ ἱεροπρεποῦς πείρας.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.