ψυχῇ, ἀμήχανον τροπὴν ἀκούσιον εἰς αὐτὴν κατελθεῖν· ἀμέτοχος γὰρ καὶ ἀπαράδεκτος παντὸς εἶναι πέφυκεν ἁμαρτήματος. ἐὰν δὲ ἀποθάνῃ, οὐκ αὐτὸς διαφθαρείς, ἀλλ’ ἐκ τῆς ἡμετέρας ψυχῆς διαζευχθείς, κάθοδος εὐθὺς δίδοται τοῖς ἑκουσίοις σφάλμασιν· εἰ γὰρ μένοντος καὶ ὑγιαίνοντος ἐν ἡμῖν ἐξῳκίζετο, μετανισταμένου πάντως εἰσοικισθήσεται.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.