καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13.14), πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς
αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην ἠγαπηκώς.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.