ἀστή, παλλακὴ δὲ ἡ ἕν τι τῶν ὄντων ὁρῶσα, κἂν εἰ πάντων εὐτελέστατον ὑπάρχοι. τῷ μὲν οὖν ἀρίστῳ γένει τὸ ἄριστον ὁρᾶν, τὸ ὄντως ὄν, συμβέβηκεν — Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται —, τῷ δὲ δευτερείων ἐφιεμένῳ τὸ δεύτερον, τὸν αἰσθητὸν οὐρανὸν καὶ τὴν ἐν αὐτῷ τῶν ἀστέρων ἐναρμόνιον τάξιν καὶ πάμμουσον ὡς ἀληθῶς χορείαν.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.