οὐδὲν ὄφελος τοῖς ἐπιστήμοσιν· οὐ γὰρ ὁ παγκρατιάζειν ἢ πυκτεύειν ἢ παλαίειν εἰδὼς ἐξαγκωνισθεὶς ἀπόναιτ’ ἂν ἀθλήσεως ἢ ὁ τὴν τοῦ τρέχειν ἐπιστήμην ἐκμαθών, εἰ ποδαγρικῷ χρήσαιτο πάθει ἤ τινα ἄλλην περὶ τὰς βάσεις κῆρα ἀναδέξαιτο.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.