παλλακίδος ταύτης, ἀναμνήσεως, υἱός ἐστι Μαχείρ, ὡς Ἑβραῖοι καλοῦσιν, ὡς δὲ Ἕλληνες, πατρός· νομίζουσι γὰρ οἱ ἀναμιμνῃσκόμενοι τὸν πατέρα νοῦν αἴτιον εἶναι τοῦ ὑπομνησθῆναι, καὶ οὐ λογίζονται, ὅτι ὁ αὐτὸς οὗτος ἐχώρησέ ποτε καὶ λήθην, οὐκ ἂν δεξάμενος αὐτήν, εἰ παρ’ αὐτὸν ἦν τὸ μεμνῆσθαι.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.