Αἰγυπτία, καλεῖται δὲ Ἄγαρ, τοῦτο δὲ ἑρμηνευθέν ἐστι παροίκησις· ἀνάγκη γὰρ τὸν ἐγχορεύοντα ταῖς ἐγκυκλίοις θεωρίαις καὶ πολυμαθείας ἑταῖρον ὄντα τῷ γεώδει καὶ Αἰγυπτίῳ προσκεκληρῶσθαι σώματι, χρῄζοντα καὶ ὀφθαλμῶν, ὡς ἰδεῖν καὶ ἀναγνῶναι, καὶ ὤτων, ὡς προσσχεῖν τε καὶ ἀκοῦσαι, καὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἕκαστον τῶν αἰσθητῶν
ἀναπτύξαι.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.