τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. ἰσόπλευρα γὰρ καὶ σκαληνὰ κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε, σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.