δὲ ἐπάγγελμα τοῦ γενάρχου τῆς φυλῆς ἐστι ταύτης· θαρρεῖ γὰρ λέγειν, ὅτι αὐτός μοι μόνος ἐστὶ θεὸς τιμητέος (Exod. 20, 3), ἄλλο δ’ οὐδὲν τῶν μετ’ αὐτόν, οὐ γῆ, οὐ θάλασσα, οὐ ποταμοί, οὐκ ἀέρος φύσις, οὐ πνευμάτων οὐχ ὡρῶν μεταβολαί, οὐ ζῴων οὐ φυτῶν ἰδέαι, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ ἀστέρων πλῆθος ἐν τάξεσιν ἐναρμονίοις περιπολούντων,
οὐχ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.