θεοπρεποῦς κόσμου, δραχμὴν μίαν εἶναι τὸ ἄκουσμα καὶ μονάδα ἀρραγῆ καὶ ὁλκὸν φύσει — ἀκοὴν γὰρ οὐδενὶ σχολάζειν ἐμπρεπές, ὅτι μὴ λόγῳ ἑνί, ὃς ἂν τὰς τοῦ ἑνὸς ἀρετὰς καὶ μόνου θεοῦ καλῶς διεξέρχηται —, δέκα δὲ χρυσῶν τὰ ἐγχειρήματα· πράξεις γὰρ αἱ κατὰ σοφίαν τελείοις ἀριθμοῖς βεβαιοῦνται, καὶ ἔστιν ἑκάστη τιμιωτέρα χρυσοῦ.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.