„ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16,17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, p. 485 Μ. κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.