μαρτυρεῖ λέγων· „ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν“ (Gen. 15,5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν — „ἀνοίξαι γάρ σοι“ φησί „κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν“, (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει —· „ἀνάβλεψον“ δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν
ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.