χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ
τοῦ γένους ἡμῶν.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.